Δέσποινα Παντευλόγητε, Ὑπέραγνε Παρθένε, Παράδεισε Πανθαύμαστε,
 Κῆπε Καλλωπισμένε, Σέ δυσωπῶ, Πανάχραντε, χαρίτωσον τό νοῦν μου,
 κατεύθυνον τάς σκέψεις μου, φώτισον τήν ψυχήν μου. Κόρη με ποίησον ἀγνόν, πρᾶον, σεμνόν, ἀνδρεῖον, ἡσύχιον καί κόσμιον, εὐθύν, ὅσιον θεῖον, ἐπιεικῆ, μακρόθυμον, τῶν ἀρετῶν δοχεῖον, ἄμεμπτον, ἀνεπίληπτον, τῶν ἀγαθῶν ταμεῖον. Δός μοι σοφίαν, σύνεσιν καί μετριοφροσύνην, φρόνησιν καί ἁπλότητα καί ταπεινοφροσύνην. Δός μοι νηφαλιότητα, ὄμμα πεφωτισμένον, διάνοιαν ὁλόφωτον, πνεῦμα ἐξηγνισμένον. Ἀπέλασον τήν οἴησιν, τήν ὑπερηφανίαν, τόν τύφον, τήν φυσίωσιν καί τήν ἀλαζονείαν, τήν ὕβριν, τό ἀγέρωχον, τήν ὑψηλοφρονύνην, γλῶσσα μεγαλορρήμονα, ἰσχυρογνωμοσύνην.
 Τήν ἀστασίαν τήν φρικτήν, τήν περιττολογίαν, τήν πονηρίαν τήν πολλήν, καί τήν αἰχρολογίαν. Χάρισαί μοι, Πανάχραντε, τήν ἠθικήν ἀνδρείαν, τό θάρρος, τήν εὐστάθειαν, δός μοι τήν καρτερίαν. Δός μοι τήν αὐταπάρνησιν, τήν ἀφιλαργυρίαν, ζῆλον μετ’ ἐπιγνώσεως καί ἀμνησικακίαν. Δός μοι ἀκεραιότητα, εὐγένειαν καρδίας, πνεῦμα εὐθές, εἰρηνικόν, καί πνεῦμα ἀληθείας. Φυγάδευσον, Πανάχραντε, τά πάθη τῆς καρδίας, τά πολυώνυμα, Ἀγνή, τῆς ἠθικῆς δειλίας. Τήν ἀνανδρείαν τήν αἰσχράν, τό θάρρος, τήν δειλίαν, τήν ἀτολμίαν τήν δεινήν καί τήν ἀπελπισίαν.
 Ἄρον μοι, Κόρη, τόν θυμόν καί πᾶσαν ραθυμίαν, τήν ἀθυμία, τήν ὀργήν, ὡς καί τήν ὀκνηρίαν. Τόν φθόνον, τήν ἐμπάθειαν, τό μίσος, τήν κακίαν, τήν μήνιν, τήν ἐκδίκησιν καί τήν μνησικακίαν. Τήν ἔριδα τήν εὐτελῆ καί τήν πολυλογίαν, τήν γλωσσαλγίαν τήν δεινήν καί τήν βωμολοχίαν. Δός μοι, Παρθένε, αἴσθησιν, δός μοι εὐαισθησίαν. 
Δός μοι συναίσθησιν πολλήν καί εὐσυνειδησίαν. Δός μοι, Παρθένε, τήν χαράν Πνεύματος τοῦ Ἁγίου. Δός μοι εἰρήνην τῇ ψυχῇ, εἰρήνην τοῦ Κυρίου. Δός μοι ἀγάπην, ἔρωτα θεῖον, ἐξηγνισμένον, πολύν, θερμόν καί καθαρόν καί ἐξηγιασμένον. Δός πίστιν ζῶσαν, ἐνεργόν, θερμήν, ἀγνήν, ἁγίαν, ἐλπίδα ἀδιάσειστον, βεβαίαν καί ὁσίαν. Ἄρον ἀπ’ ἐμοῦ, Παρθένε, τόν κλοιόν τῆς ἁμαρτίας, τήν ἀμέλειαν, τήν μέθην, τήν ἀνελεημοσύνην, τά κακάς ἐπιθυμίας, τήν δεινήν ἀκολασίαν, γέλωτας τῆς ἀσελγείας καί τήν πᾶσαν κακουργίαν. Σωφροσύνην δός μοι, Κόρη, δός ἐγκράτειαν, νηστείαν, προσοχήν καί ἀγρυπνίαν καί ὑπακοήν τελείαν. Δός μοι προσοχήν ἐν πᾶσι καί διάκρισιν ὀξείαν, σιωπήν καί εὐκοσμίαν, καί ὑπομονήν ὁσίαν. Ἐπιμέλειαν παράσχου, Δέσποινα, πρός ἐργασίαν, πρός τελείωσιν καί ζῆλον ἀρετῶν πρός γυμνασίαν. Τήν ψυχήν μου, τήν καρδίαν καί τόν νοῦ μου, Παναγία, τήρει ἐν ἁγιωσύνῃ, φύλαττε ἐν παρθενίᾳ. ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ

0 σχόλια Blogger 0 Facebook

 
ΕΙΣ ΚΑΠΕΡΝΑΟΥΜ... © 2013. All Rights Reserved. Share on Themes24x7. Powered by Blogger
Top